ΩΡΙΑΙΑ ΔΟΚΙΜΑΣΙΑ
[28]
Λύσανδρος δ’ εὐθὺς
ἐσήμηνε
τὴν ταχίστην πλεῖν·
συμπαρῄει δὲ καὶ Θώραξ
τὸ πεζὸν ἔχων.
Κόνων δὲ ἰδὼν τὸν ἐπίπλουν, ἐσήμηνεν εἰς τὰς ναῦς βοηθεῖν κατὰ κράτος. διεσκεδασμένων δὲ τῶν ἀνθρώπων, αἱ μὲν
τῶν νεῶν δίκροτοι ἦσαν, αἱ δὲ
μονόκροτοι, αἱ δὲ
παντελῶς κεναί· ἡ
δὲ Κόνωνος
καὶ ἄλλαι περὶ αὐτὸν ἑπτὰ πλήρεις ἀνήχθησαν
ἁθρόαι
καὶ ἡ Πάραλος,
τὰς δ’ ἄλλας πάσας Λύσανδρος ἔλαβε πρὸς τῇ γῇ.
τοὺς δὲ πλείστους ἄνδρας ἐν τῇ γῇ
συνέλεξεν· οἱ δὲ
καὶ ἔφυγον εἰς τὰ τειχύδρια.
[29] Κόνων δὲ ταῖς ἐννέα ναυσὶ φεύγων, ἐπεὶ
ἔγνω
τῶν Ἀθηναίων τὰ πράγματα διεφθαρμένα, κατασχὼν ἐπὶ
τὴν Ἀβαρνίδα τὴν Λαμψάκου ἄκραν ἔλαβεν αὐτόθεν τὰ
μεγάλα τῶν Λυσάνδρου νεῶν ἱστία, καὶ αὐτὸς μὲν ὀκτὼ
ναυσὶν ἀπέπλευσε παρ’ Εὐαγόραν εἰς Κύπρον, ἡ δὲ Πάραλος εἰς τὰς Ἀθήνας ἀπαγγελοῦσα τὰ γεγονότα.

Μετάφραση την 28 παράγραφο