ΩΡΙΑΙΑ
ΔΟΚΙΜΑΣΙΑ
[3] Ἐν δὲ ταῖς Ἀθήναις τῆς Παράλου
ἀφικομένης νυκτὸς ἐλέγετο
ἡ συμφορά, καὶ
οἰμωγὴ ἐκ
τοῦ Πειραιῶς διὰ
τῶνμακρῶν τειχῶν
εἰς ἄστυ διῆκεν,
ὁ ἕτερος τῷ
ἑτέρῳ
παραγγέλλων· ὥστ’ ἐκείνης
τῆς νυκτὸς οὐδεὶς
ἐκοιμήθη, οὐ
μόνον τοὺς ἀπολωλότας πενθοῦντες,
ἀλλὰ πολὺ μᾶλλον ἔτι αὐτοὶ
ἑαυτούς, πείσεσθαι νομίζοντες οἷα ἐποίησαν Μηλίους τε Λακεδαιμονίων ἀποίκους ὄντας, κρατήσαντες πολιορκίᾳ, καὶἹστιαιέας καὶ Σκιωναίους καὶ Τορωναίους καὶ Αἰγινήτας καὶ
ἄλλους πολλοὺς τῶν Ἑλλήνων.
ἑαυτούς, πείσεσθαι νομίζοντες οἷα ἐποίησαν Μηλίους τε Λακεδαιμονίων ἀποίκους ὄντας, κρατήσαντες πολιορκίᾳ, καὶἹστιαιέας καὶ Σκιωναίους καὶ Τορωναίους καὶ Αἰγινήτας καὶ
ἄλλους πολλοὺς τῶν Ἑλλήνων.
[.4] τῇ δ’ ὑστεραίᾳ ἐκκλησίαν ἐποίησαν,
ἐν ᾗ ἔδοξε
τούς τε λιμένας ἀποχῶσαι πλὴν
ἑνὸςκαὶ
τὰ τείχη εὐτρεπίζειν
καὶ φυλακὰς ἐφιστάναι καὶ τἆλλα πάντα ὡς εἰς
πολιορκίαν παρασκευάζειν τὴν πόλιν.